Τρίτη 28 Μαΐου 2024 | 5:13

Το Πασχάλιο Μήνυμα του Πατριάρχη Ιεροσολύμων Θεοφίλου (ΒΙΝΤΕΟ)

ORTHODOXTV.GR

Γνωρίστε την Ορθόδοξη Εκκλησιαστική Τηλεόραση και δείτε τις προτάσεις της.

Ὄρθρος ἦν βαθύς τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων» μετά τήν Σταύρωσιν καί τήν ταφήν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Αἱ γυναῖκες, αἱ συνακολουθήσασαι τῷ Ἰησοῦ ἀπό τῆς Γαλιλαίας, ἐξῆλθον εἰς τήν πόλιν καί «ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι εἰς τό μνημεῖον, ἀλείψωσι τό σῶμα τοῦ Κυρίου Ἰησοῦ» (Μάρκ. 16,1).

Φθάσασαι ἐπί τήν θύραν τοῦ μνημείου φαεσφόρος ἄγγελος καθήμενος ἐπί τοῦ λίθου ἐβόα, «οἶδα ὅτι Ἰησοῦν ζητεῖτε τόν Ναζαρηνόν τόν ἐσταυρωμένον, ἠγέρθη, οὐκ ἔστιν ὧδε, ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν, ἀλλά ὑπάγετε εἴπατε τοῖς μαθηταῖς Αὐτοῦ καί τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἱς τήν Γαλιλαίαν, ἐκεῖ Αὐτόν ὄψεσθε καθώς εἶπεν ὑμῖν» (Μάρκ. 16, 6-7).

«Ζῶντα παρέστησεν Ἑαυτόν ὁ Κύριος εἰς τούς ἀποστόλους ἐν πολλοῖς τεκμηρίοις δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καί λέγων τά περί τῆς βασιλείας τοῦ Θεοῦ» (Πράξ. 1,3). «Ἐντυγχάνων ὑπέρ ἡμῶν ἐκεῖθεν» (Ρωμ. 8,34), ἀπέστειλεν ἡμῖν Παράκλητον ἄλλον, τό Πνεῦμα τῆς ἀληθείας, «ὅ παρά τοῦ Πατρός ἐκπορεύεται» (Ἰω. 15,26). Τοῦτο τό Πνεῦμα τοῦ Υἱοῦ ἐφώτισε τούς ἁγίους Αὐτοῦ μαθητάς καί ἀποστόλους καί ἐνεδυνάμωσε καί μετεμόρφωσε καί ἀνέδειξεν Πνευματοφόρους κήρυκας τοῦ Εὐαγγελίου.

Δι’ αὐτῶν ἐσαγήνευσε τήν οἰκουμένην πᾶσαν καί ἐγκατέστησεν εἰς τά πέρατα αὐτῆς τήν Ἐκκλησίαν, τήν ὁποίαν ἐξηγόρασε διά τοῦ ἰδίου Αὐτοῦ αἵματος. Αὕτη ὡς τό Σῶμα τοῦ Χριστοῦ εἶναι ὁ οἰκονόμος τοῦ ἁγιαστικοῦ καί λυτρωτικοῦ Αὐτοῦ ἔργου ἐπί τῆς γῆς. Αὕτη ἐνεργεῖ τά σωτήρια μυστήρια καί κηρύττει εἰς τόν κόσμον, ὡς Ἐκεῖνος ἐκήρυξεν τήν εἰρήνην, τήν συνδιαλλαγήν καί τήν ἀγάπην Αὐτοῦ πρός πάντας καί πρός τούς ἐχθρούς. Ἡμεῖς ἐν ἐκκλησίαις δεόμεθα, μετά τοῦ Μεγάλου Βασιλείου, «παῦσον τά σχίσματα τῶν ἐκκλησιῶν, τάς τῶν αἱρέσεων ἐπαναστάσεις κατάστειλον», «μηδεμίαν ἀφορμήν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν» (Α΄ Τιμ. 5,14).

Ἡ ἐκπλήρωσις τῆς ἀποστολῆς αὐτῆς βαρύνει ἰδιαιτέρως τήν Ἐκκλησίαν τῶν Ἁγίων Τόπων. Τήν Ἐκκλησίαν τήν «οὖσαν» ἐν Ἱεροσολύμοις, ἡ ὁποία ἀπό τοῦ κενοῦ καί ὀλβίου Τάφου, τῆς πηγῆς τῆς Ἀναστάσεως, διωκομένη ἀπ’ ἀρχῆς, δριμέως δέ προσφάτως, ἀγωνίζεται μή καταβαλλομένη, «ἀποθνῄσκουσα καί ἰδού ζῶσα» (Β΄ Κορ. 6,9), κηρύττουσα Χριστόν Ἐσταυρωμένον καί Ἀναστάντα καί ὑποδεχομένη τά τέκνα αὐτῆς, «ἐκ δυσμῶν καί βορρᾶ καί θαλάσσης καί ἑῴας» διά τοῦ ἡδυμόλπου χαιρετισμοῦ «Χριστός ἀνέστη» καί διά τῶν Πατριαρχικῶν Ἡμῶν εὐχῶν καί Πατρικῶν εὐλογιῶν.

Διάπυρος πρός Κύριον εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ΄

Πατριάρχης Ἱεροσολύμων

ΑΚΟΛΟΥΘΗΣΤΕ ΜΑΣ ΣΤΟ GOOGLE NEWS ΓΙΑ ΣΥΝΕΧΗ ΕΝΗΜΕΡΩΣΗ

Τελευταίες αναρτήσεις:

ΣΧΕΤΙΚΕΣ ΑΝΑΡΤΗΣΕΙΣ