Τρεῖς ὀπισθάμβωνοι εὐχές ἐπεκράτησαν στήν Ἐκκλησία τῆς Ἀνατολῆς, ἡ κοινή ἀναγιγνωσκόμενη κατά τό πέρας τῆς Θείας Λειτουργίας τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἡ τῆς Λειτουργίας τοῦ Μεγάλου Βασιλείου (τήν Μ. Πέμπτη) καί ἡ τῶν Προηγιασμένων Δώρων. Μέχρι τοῦ δεκάτου πέμπτου αἰῶνος εἰς τά λειτουργικά κείμενα ἰδίως τῆς ἄλλοτε Μεγάλης Ἑλλάδος στήν Ἰταλία, ἐχρησιμοποιοῦντο καί ἄλλες ὀπισθάμβωνοι εὐχές, οἱ ὁποῖες παρέμειναν πλέον εἰς τήν λήθη τῶν αἰώνων. Παραθέτομε τήν ὀπισθάμβωνο εὐχή ἐπί τῇ ἐπικαίρῳ ἑορτῇ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, ἡ ὁποία ὑπάρχει σέ κώδικα τοῦ δεκάτου καί ἐνδεκάτου αἰῶνος στήν Κρυπτοφέρρη.
«Ὁ παντὸς ὕψους ὑψηλότερος Κύριε, καὶ τὴν ἐπὶ τοῦ Σταυροῦ σωματικὴν ἑκούσιον ὑπομείνας ὕψωσιν, ἵνα τῇ τῶν ἀχράντων σου χειρῶν ἐκτάσει πάντας ἑλκύσης πρὸς ἑαυτόν, καὶ τῇ πεπληρωμένῃ ταπεινώσεως ὑψώσει σου τὴν διά ψευδοῦς ὑψώσεως καὶ ματαίας οἰήσεως φύσιν ἡμῶν μέχρις ᾅδου καταβιβασθεῖσαν ὑψώσας. Ὁ θεολογίᾳ ἐν τῇ γῇ τοῖς ἔθνεσιν ἀνυψούμενος, ὡς ὑψηλὸς βραχίων ὑψίστου πατρὸς καὶ θυσίαις αἰνέσεως δοξαζόμενος. Ὁ διά τῆς ὑψώσεως τοῦ τιμίου σταυροῦ στηλιτεύων τὴν ὑπὸ σοῦ πραχθεῖσαν ἐν αὐτῷ καθαίρεσιν τῆς τῶν δαιμόνων ἐπάρσεως καὶ θριαμβεύων τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ δημοσιεύων τὴν τοῦ γένους ἡμῶν ἐκ τῆς παλαιᾶς πτώσεως ἀνάκλησιν.
Μή, δή, νῦν, παρίδῃς ἡμῶν τὰς δεήσεις, δι’ ὧν τοὺς σοὺς οἰκτιρμούς ᾐτήσαμέν τε καὶ αὐτοῦμεν, ἀλλ’ ὡς ἐλεήμων, ἐλέησον ἡμᾶς πανηγυρίζοντας τὴν ἀνάδειξιν τοῦ σοῦ τροπαιούχου καί ζωηφόρου σταυροῦ, καὶ τὴν θείαν αὐτοῦ προσκύνησιν. Βοήθημα κραταιόν κατά πάσης τῆς τῶν νοητῶν δρακόντων ψυχοφθόρου δεινότητος χάρισαι, ποίησον ἡμῖν, ὥσπερ, πάλαι τοῖς ὑπὸ τῶν ὄψεων δακνομένοις ἱσραηλίταις ἴασιν παρέσχες διά τῆς πρὸς τὸν ὑψωθέντα χαλκοῦν ὑπὸ Μωσέως, ταπείνωσον τὴν καθ’ ἡμῶν ὑψουμένην ἁμαρτίαν καὶ τοὺς ὑπ’ αὐτῆς καταβεβλημένους ἡμᾶς ταῖς κατ’ αὐτῆς ἀνδραγαθίαις ἀνύψωσον, καὶ τῷ βασιλεῖ ἡμῶν, καύχημα τὸν σταυρὸν ἔχοντι, πᾶσαν βαρβάρων ἐπανάστασιν ὑπόταξον, καὶ πάντα βραχίονα πολεμίων σύντριψον, καὶ πᾶσαν τυράννων ὑπερηφάνειαν κατάθραυσον. Καὶ ὡς τὸν ᾿Αμαλήκ τῇ σταυρωτύπῳ τῶν μωσαϊκῶν χειρῶν ἐπάρσει πρώην ἐτροπώσω, οὕτως, πᾶν κέρας ὑψούμενον κατὰ τῆς ἐκκλησίας σου κατάβαλε, καὶ πᾶν ὕψος ἐπαιρόμενον κατά τῆς σῆς γνώσεως κατάλυσον.
Πᾶν στόμα ταῖς κατὰ σοῦ βλασφημίαις πλατυνόμενον ἀπόφραξον καὶ πᾶσαν καρδίαν ἀπὸ ἀγνωσίας ἐσκοτισμένην φώτισον. Ἀπόστησον ἡμῶν τὸν νοῦν πάσης ἐννοίας καθελκούσης ἀπὸ σοῦ, ἵνα θεωρίαις οὐρανίαις καὶ μακαρίαις μετεωριζόμενοι καταντήσωμεν εἰς τὴν αἰώνιον καὶ ἀίδιον καὶ ἀληθινὴν ὕψωσιν τὴν πρέπουσαν τοῖς ὑπὸ σοῦ ποιμαινομένοις τοῖς σῆς βασιλείας κατατρυφῶσι. Σὺ γὰρ εἶ ὁ ὑψῶν καὶ ταπεινῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν»
Ἐξαισία εὐχή ἐναρμονιζομένη πλήρως μετά τοῦ λαμπροφόρου τούτου ἐκκλησιαστικοῦ γεγονότος φέρουσα κατά τόν Ἅγιο Ἱππόλυτο ὡς τρόπαιο νίκης κατά τοῦ θανάτου τόν Σταυρό τοῦ Κυρίου, τό ἁγιώτατο αὐτό σύμβολο, τό ὁποῖο καθίσταται ζωή καί Ἀνάστασις.
*Ο Αρχιμανδρίτης Κωνσταντίνος Χαραλαμπόπουλος είναι πρωτοσύγκελλος της ιεράς μητροπόλεως Κηφισίας, Αμαρουσίου, Ωρωπού και Μαραθώνος.