Συλλυπητήριο γράμμα απέστειλε ο Οικουμενικός Πατριάρχης Βαρθολομαίος με αφορμή την εκδημία του πρώην Υπουργού Υγείας Δημήτρη Κρεμαστινού.

Η εξόδιος ακολουθία του πρώην Υπουργού τελέστηκε στη γενέτειρά του Ρόδο από τον επιχώριο μητροπολίτη κ. Κύριλλο.

Διαβάστε το συλλυπητήριο μήνυμα του Οικουμενικού Πατριάρχη

Ἱερώτατε Μητροπολῖτα Ρόδου, ὑπέρτιμε καί ἔξαρχε πασῶν τῶν Κυκλάδων Νήσων, ἐν Ἁγίῳ Πνεύματι ἀγαπητέ ἀδελφέ καί συλλειτουργέ τῆς ἡμῶν Μετριότητος κύριε Κύριλλε, χάρις εἴη τῇ ὑμετέρᾳ Ἱερότητι καί εἰρήνη παρά Θεοῦ.

Συμμετέχοντες πλήρεις συγκινήσεως τοῦ πένθους τοῦ εὐσεβοῦς λαοῦ τῆς Δωδεκανήσου, προαγόμεθα διά τῶν μετά χεῖρας Πατριαρχικῶν ἡμῶν Γραμμάτων ὅπως ἐκφράσωμεν τῇ ὑμετέρᾳ Ἱερότητι τά συλλυπητήρια τῆς Μητρός Εκκλησίας καί ἡμῶν προσωπικῶς διά τήν κοίμησιν τοῦ ἀναπαυομένου ἀπό τῆς σήμερον εἰς τήν εὐλογημένην Ροδιακήν γῆν ἀξίου τέκνου τῆς νήσου Χάλκης Δημητρίου Κρεμαστινοῦ, ὅστις κατέλιπεν ἀγαθήν καί εὐκλεῆ ἀνάμνησιν, ὡς διατελέσας Ὑπουργός Ὑγείας, Βουλευτής Δωδεκανήσου, ὁμότιμος Καθηγητής Καρδιολογίας τοῦ Ἐθνικοῦ καί Καποδιστριακοῦ Πανεπιστημίου Ἀθηνῶν, μέλος τῆς Εὐρωπαϊκῆς Ἀκαδημίας Ἐπιστημῶν καί Τεχνῶν, Πρόεδρος τῆς Ἑλληνικῆς Καρδιολογικῆς Ἑταιρείας καί τοῦ Ἑλληνικοῦ Κολλεγίου Καρδιολογίας, Διευθυντής Καρδιολογικῶν Κλινικῶν τῶν μεγαλυτέρων Νοσοκομείων τῆς Ἀττικῆς, καί συγγραφεύς πλήθους διδακτικῶν ἐπιστημονικῶν συγγραμμάτων.

Δεόμεθα ἀπό τοῦ Ἱεροῦ ἡμῶν Κέντρου, καθώς προνοεῖ ἡ Ἐκκλησία, ὑπέρ ἀναπαύσεως ἐν σκηναῖς δικαίων καί ἐν χώρᾳ ζώντων τῆς ψυχῆς τοῦ διακεκριμένου καί εὐσυνειδήτως ἀσκήσαντος τό ὑψηλόν λειτούργημα αὐτοῦ, ἰατροῦ Δημητρίου Κρεμαστινοῦ, ὅστις ὑπῆρξε πανθομολογουμένως ἀφωσιωμένος εἰς τήν θεραπείαν τῶν νοσημάτων καί τήν ἀνακούφισιν τοῦ πόνου τῶν ἀσθενούντων συνανθρώπων αὐτοῦ. Δεόμεθα ἐπίσης ὅπως τήν θλῖψιν τῶν οἰκείων αὐτοῦ καί ὅλων τῶν ἐν Δωδεκανήσῳ προσφιλῶν τέκνων τῆς Μητρός Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως κουφίζῃ ἡ βεβαιότης τῆς κοινῆς Ἀναστάσεως καί τῆς συναντήσεως ἐν τῷ φωτί τοῦ προσώπου τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Συλλυπούμενοι ἐκ βάθους καρδίας τῇ ὑμετέρᾳ προσφιλεστάτῃ Ἱερότητι διά τήν ἐκδημίαν τοῦ Δημητρίου Κρεμαστινοῦ, Ἀκαδημαϊκοῦ καί ἀκαταπονήτου ἐρευνητοῦ, ἀνθρώπου προσενεγκόντος ἀξιεπαίνους ὑπηρεσίας εἰς τήν ἰατρικήν ἐπιστήμην καί τήν ἀναβάθμισιν τῶν Ὑπηρεσιῶν Ὑγείας τοῦ συμπλέγματος τῶν Δωδεκανήσων δι’ ἀξιοθαυμάστων ρηξικελεύθων καινοτομιῶν, διακριθέντος δέ τόσον εἰς τό ἐπίπεδον τῶν ἀκαδημαϊκῶν καθηκόντων αὐτοῦ, ὅσον καί ὡς ἀξίου φορέως θεσμικῶν ἀξιωμάτων, εὐχόμεθα ὑμῖν, Ἱερώτατε ἀδελφέ, τῇ ἐριτίμῳ συζύγῳ καί τοῖς λοιποῖς οἰκείοις τοῦ μακαριστοῦ τήν παρά τοῦ θανάτῳ τόν θάνατον πατήσαντος Χριστοῦ παραμυθίαν καί πᾶσαν εὐλογίαν εἰς τόν ὑπόλοιπον βίον σας, ὥστε ἡ ψυχή αὐτοῦ νά χαίρῃ βλέπουσα πάντας ὑμᾶς πορευομένους ἐν ἀγαθότητι, ἀγάπῃ, ὁμοψυχίᾳ καί ὁλοτελεῖ ἁγιασμῷ.

Ἐπί δέ τούτοις, ἐπικαλούμεθα ἐφ᾿ ὑμᾶς τήν Χάριν καί τό ἄπειρον Ἔλεος τοῦ κυριεύοντος τῆς Ζωῆς καί τοῦ Θανάτου Θεοῦ τῶν πατέρων ἡμῶν.

‚βκ´ Μαΐου θ’

Ὁ Κωνσταντινουπόλεως Βαρθολομαῖος

Κείμενα από την συντακτική ομάδα του orthodoxia.info.

Ετικέτες: