Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἅδου τήν καθαίρεσιν,
ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν καί σκιρτῶντες
ὑμνοῦμεν τόν αἴτιον, τόν μόνον εὐλογητόν τῶν πατέρων
Θεόν καί ὑπερένδοξον.

(Τροπάριον Ζ’ ὠδῆς κανόνος Ἀναστάσεως Ἰωάννου Δαμασκηνοῦ).

Ἐν χαρᾷ ἀνεκλαλήτῳ καί πεπληρωμένῃ, καρδίαις καθαραῖς καί ἀρρυπώτοις χείλεσι, φωναῖς ἀκαταπαύστοις καί αἰσίαις καί ἀλαλαγμοῖς σεμνοῖς ἡ Ἐκκλησία βοᾷ καί διαλαλεῖ κατά τήν νύκτα τῆς Ἀναστάσεως καί καθ’ ὅλην τήν Πασχάλιον περίοδον τό «Χριστός ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος». Ἐν βεβαιότητι πίστεως τῷ Σταυρωθέντι καί ἐκ νεκρῶν Ἀναστάντι Κυρίῳ Ἰησοῦ Χριστῷ καί ἐπ’ ἐλπίδι Ἀναστάσεως ζωῆς αἰωνίου, ἡ Ἐκκλησία ψάλλει «Ἀναστάσεως ἡμέρα καί λαμπρυνθῶμεν τῇ πανηγύρει καί ἀλλήλους περιπτυξώμεθα, εἴπωμεν ἀδελφοί καί τοῖς μισοῦσιν ἡμᾶς συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει».

Τό θαυμαστόν τοῦτο καί χαρμόσυνον ἄγγελμα τῆς νίκης τοῦ θανάτου εἶναι ὁ καρπός τῆς σταυρώσεως τοῦ Χριστοῦ, καθότι «ἰδού γάρ ἦλθε διά τοῦ σταυροῦ χαρά ἐν ὅλῳ τῷ κόσμῳ». Ἡ νίκη τοῦ Χριστοῦ ἐπί τοῦ θανάτου ἦλθε διά τῆς θυσίας τοῦ σταυροῦ Αὐτοῦ. Ὁ Χριστός, ὁ Μονογενής Υἱός καί Λόγος τοῦ Θεοῦ, κατελθών εἰς τήν γῆν ἐκ τῶν κόλπων τοῦ Πατρός, ἐνανθρωπήσας ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου, προσήνεγκεν Ἑαυτόν ἑκουσίως τῷ σταυρῷ ὡς ἱερεῖον ἄμωμον διά τήν ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν. Καθά προεῖπεν ὁ προφήτης Ἡσαΐας «ὡς πρόβατον ἐπί σφαγήν ἤχθη καί ὡς ἀμνός ἄμωμος ἐναντίον τοῦ κείροντος αὐτόν ἄφωνος» καί ὡς δακτύλῳ Αὐτόν καθυπέδειξεν Ἰωάννης ὁ Βαπτιστής εἰς τόν Ἰορδάνην, κατεδείχθη ἐν τῷ σταυρῶ «ὁ ἁμνός τοῦ Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν τοῦ κόσμου».

Τό πλέον θαυμαστόν εἰς τό μυστήριον τοῦτο, τό ὁποῖον καί δεικνύει τήν ὑπερβάλλουσαν ἀγάπην τοῦ Θεοῦ πρός ἡμᾶς, εἶναι, ὡς καί ὁ ἀπόστολος τῶν ἐθνῶν λέγει, ὅτι «ἐν ᾦ μόλις ὐπέρ δικαίου τις ἀποθανεῖται, Χριστός ὑπέρ ἡμῶν ἀπέθανε ἔτι ἀσθενῶν, ἁμαρτωλῶν καί ἀσεβῶν ὄντων ἡμῶν» (Ρωμ. 5, 6-8). Ἀναμάρτητος ὤν ὁ Χριστός, «Θεός ὤν ἀληθινός ἐκ Θεοῦ ἀληθινοῦ», «ἑαυτόν ἐκένωσε μορφήν δούλου λαβών» (Φιλιπ. 2, 7), ἐταπείνωσεν Ἑαυτόν, ἀνῆλθε ἑκουσίως ἐπί τοῦ σταυροῦ καί διά τοῦ ἀχράντου αἵματος Αὐτοῦ “ὁ πάντων χρεωλύτης ἀνθρώπων ἔσχισε τό χειρόγραφον καί ἔδωκε χάριν ὀφλημάτων ἀρχαίων”.

Σαρκί παθών ὐπέρ ἡμῶν ὁ Χριστός καί ταφείς, κατῆλθεν εἰς τόν Ἅδην. Ἐν τῇ ἀπληστίᾳ αὐτοῦ ὁ Ἅδης, ἀνέμενε καί Τοῦτον, τόν Υἱόν τοῦ Θεοῦ, νά καταφάγῃ. Διά τήν ταπείνωσιν ὅμως τῆς θυσίας Αὐτοῦ, δέν ἠδυνήθη νά ἔχῃ ἰσχύν ἐπ’ Αὐτοῦ. Ἠπατήθη ὁ Ἅδης καί ἐπικράνθη. Νομίσας ὅτι ἐδέχθη θνητόν, συνήντησε Θεόν, Θεόν καί ἄνθρωπον, τόν Θεάνθρωπον Ἰησοῦν Χριστόν, ὁ Ὁποῖος τῇ δυνάμει τοῦ Πατρός καί τῇ ἰδίᾳ αὐτοφυεῖ Αὐτοῦ δυνάμει, ἀνέστη ἐκ νεκρῶν, πρωτότοκος ἐκ τῶν νεκρῶν καί ὡδοποίησε πάσῃ σαρκί τήν ἐκ νεκρῶν ἀνάστασιν.

Ἀνεζήτησε καί εἰς τόν Ἅδην ὡς καί εἰς τήν γῆν τό ἀπολωλός πρόβατον, ἐκήρυξε εἰς τόν Ἀδάμ καί τήν Εὔαν καί τούς ἀπογόνους αὐτῶν τό Εὐαγγέλιον τῆς μετανοίας καί σωτηρίας καί ὡς δεικνύει ἡ Ὀρθόδοξος εἰκών τῆς Ἀναστάσεως ἀνέσυρεν αὐτούς μετ’ Αὐτοῦ εἰς τόν Παράδεισον. Ἔκτοτε ἐν τῇ δυνάμει καί τῇ πίστει τῆς Ἀναστάσεως, οἱ ἄνθρωποι ἀποθνήσκομεν σώματι μόνον, ἀποδυόμεθα τό γήινον σκήνωμα ἡμῶν, καθότι «αἷμα καί σάρξ βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται» (Α’ Κορ. 15, 50) καί συζῶμεν μετ’ Αὐτοῦ ψυχῇ καί πνεύματι, προσδοκῶντες ἀνάστασιν νεκρῶν καί ζωήν τοῦ μέλλοντος αἰῶνος.

Τοῦτο τό μυστήριον τῆς ἐκ νεκρῶν ἀναστάσεως Αὐτοῦ ὁ Χριστός εἶχε προείπει εἰς τούς φίλους μαθητάς Αὐτοῦ ἔτι ὤν μετ’ αὐτῶν εἰς τήν γῆν, μετά δέ τήν Ἀνάστασιν «παρέστησεν Ἑαυτόν αὐτοῖς ζῶντα ἐν πολλοῖς τεκμηρίοις» (Πράξ. Α’, 3), εἰς πολλάς ἐμφανείας μετά τοῦ σώματος Αὐτοῦ τοῦ ἐσταυρωμένου ἐν τύποις τῶν ἥλων, λελαμπρυσμένου καί δεδοξασμένου. Διά τῶν αὐτοπτῶν μαθητῶν Αὐτοῦ παρέδωσε τό μυστήριον τοῦτο εἰς τό σῶμα Αὐτοῦ τήν Ἐκκλησίαν, τήν ὁποίαν ἡδραίωσε διά τοῦ Παρακλήτου Πνεύματος, τό ὁποῖον ἀναληφθείς εἰς οὐρανούς ἀπέστειλε παρά τοῦ Πατρός τήν Πεντηκοστήν ἀπό τῆς Ἀναστάσεως ἡμέραν.

Ἔκτοτε ἡ Ἐκκλησία, τῆς ὁποίας κατά τήν τοῦ Κυρίου ἀψευδῆ πρόρρησιν «πύλαι Ἅδου οὐ κατίσχυσουσι» (Ματθ. 16, 18), συνεχίζει τό ἔργον Αὐτοῦ εἰς τήν γῆν. Κηρύττει τόν Χριστόν Ἐναθρωπήσαντα, Σταυρωθέντα καἰ Ἀναστάντα καί βαπτίζει εἰς τό ὄνομα Αὐτοῦ τούς εἰς Αὐτόν πιστεύοντας, ἁγιάζει τούτους διά τῶν μυστηρίων αὐτῆς καί προσεύχεται ὑπέρ συνδιαλλαγῆς τῆς ἀνθρωπότητος καί ὑπέρ τῆς οἰκουμένης ὅλης. Δι’ ὅλων αὐτῆς τῶν δυνάμεων συμπαρίσταται εἰς τόν πάσχοντα ἄνθρωπον, προσεύχεται τῷ ἰατρῷ τῶν ψυχῶν καί τῶν σωμάτων Κυρίῳ Ἰησοῦ Χριστῷ ὑπέρ παύσεως τῆς ἐνσκηψάσης τῇ οἰκουμένῃ λοιμικῆς θανατηφόρου νόσου, θεραπείας τῶν προσβεβλημένων καί ἐλέους Αὐτοῦ ἐπί τούς ἀνηλεῶς ὑπ’ αὐτῆς θανατωθέντας ἐν τῇ βεβαιότητι ὅτι ὡς Ἐκεῖνος “ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλά ζῇ ἐκ δυνάμεως Θεοῦ οὕτω καί ἡμεῖς εἰ καί ἀσθενοῦμεν ἐν Αὐτῷ, ἀλλά καί ζησόμεθα σύν Αὐτῷ ἐκ δυνάμεως Θεοῦ (Β’ Κορ. 13, 4).

Προσευχήν ἔτι καί ὑπέρ ἑνότητος τῆς Ἑκκλησίας καί εἰρήνης τῆς Μέσης Ἀνατολῆς ἀναπέμπει ἡ Σιωνῖτις Μήτηρ τῶν Ἐκκλησιῶν κατά τήν λαμπροφόρον ἡμέραν τῆς Ἀναστάσεως ἀπό τοῦ ζωηφόρου μνήματος, ἐν ᾧ ἐτάφη καί ἐξ οὗ ἀνέστη Χριστός καί εὔχεται εἰς τό ποίμνιον αὐτῆς εἰς τήν Ἁγίαν Γῆν καί ὅπου γῆς τήν δύναμιν καί τήν εὐλογίαν τοῦ Ἀναστάντος Ἰησοῦ Χριστοῦ.

Χριστός ἀνέστη

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ, ΠΑΣΧΑ 2020

Μετά Πατρικῶν εὐχῶν καί Πατριαρχικῶν εὐλογιῶν,

Διάπυρος πρός Κύριον εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ’

Πατριάρχης Ἱεροσολύμων

Τα κείμενα που δημοσιεύονται στην κατηγορία αυτή είναι επιλογές από το διαδίκτυο. Εαν κάποιος από τους συντάκτες τους δεν επιθυμεί την φιλοξενία τους από το "Ορθοδοξια.info" μπορεί να το ζητήσει γράφοντας στο news@orthodoxia.info Η αναδημοσίευση στις σελίδες μας δεν σημαίνει απαραίτητα και αποδοχή των όσων αναφέρονται στα κείμενα από την πλευρά του orthodoxia.info

Ετικέτες: